Ancient Greek
Chapter 35
Plutarch, Κάμιλλος 35.2
Not analysed yet
οἱ δʼ ἔτυχον ἤδη τὴν μὲν πόλιν τοῖς πολεμίοις παραδεδωκότες, αὐτοὶ δὲ πάντων ἐνδεεῖς ἐν ἱματίοις μόνον ἀφειμένοι· καὶ καθʼ ὁδὸν ὄντι τῷ Καμίλλῳ μετὰ παίδων καὶ γυναικῶν ἀπήντων ὀδυρόμενοι τὰς ἑαυτῶν τύχας. ὁ δὲ Κάμιλλος αὐτός τε πρὸς τὴν ὄψιν ἐπικλασθεὶς καὶ τοὺς Ῥωμαίους ὁρῶν ἐμφυομένων αὐτοῖς τῶν Σουτρίνων δακρύοντας καὶ δυσανασχετοῦντας ἐπὶ τοῖς γεγενημένοις, ἔγνω μὴ ποιεῖσθαι τῆς τιμωρίας ἀναβολήν,