Ancient Greek
37.1 to 37.2
Plutarch, Κάμιλλος 37.1-2
Not analysed yet
ὁ δὲ Κάμιλλος ἐπὶ χιλιαρχίαν ἕκτην καλούμενος παρῃτεῖτο, γεγονὼς μὲν ἡλικίας ἤδη πρόσω καί πού τινα καί φθόνον δεδιὼς καί νέμεσιν ἐπὶ δόξῃ τοσαύτῃ καί κατορθώμασιν· ἡ δὲ φανερωτάτη τῶν αἰτιῶν ἦν ἀρρωστία σώματος· ἐτύγχανε γὰρ νοσῶν περὶ τὰς ἡμέρας ἐκείνας. οὐ μὴν π. ,ρῆκεν αὐτῷ τὴν ἀρχὴν ὁ δῆμος, ἀλλὰ βοῶν μήτε ἱππεύοντος αὐτοῦ μήτε ὁπλομαχοῦντος ἐν τοῖς ἀγῶσι δεῖσθαι, βουλευομένου δὲ μόνον καί προστάττοντος, ἠνάγκασεν ὑποστῆναι τὴν στρατηγίαν καί μεθʼ ἑνὸς τῶν συναρχόντων Λευκίου Φουρίου τὸν στρατὸν ἄγειν εὐθὺς ἐπὶ τοὺς πολεμίους. οὗτοι δʼ ἦσαν Πραινεστῖνοι καί Οὐολοῦσκοι μετὰ πολλῆς δυνάμεως τὴν συμμαχίδα τῶν Ῥωμαίων πορθοῦντες.