# Κάμιλλος 38.3

Plutarch, Κάμιλλος, Chapter 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-25/38.3

οἱ δὲ Τουσκλανοὶ τὴν ἁμαρτίαν ἐπανορθούμενοι πανούργως, ἤδη βαδίζοντος ἐπʼ αὐτούς τοῦ Καμίλλου τὸ μὲν πεδίον ἀνθρώπων ὡς ἐν εἰρήνῃ γεωργούντων καὶ νεμόντων ἐνέπλησαν, τὰς δὲ πύλας εἶχον ἀνεῳγμένας καὶ τοὺς παῖδας ἐν τοῖς διδασκαλείοις μανθάνοντας, τοῦ δὲ δήμου τὸ μὲν βάναυσον ἐπὶ τῶν ἐργαστηρίων ἑωρᾶτο περὶ τάς τέχνας, τὸ δʼ ἀστεῖον ἐπὶ τῆς ἀγορᾶς ἐν ἱματίοις οἱ δʼ ἄρχοντες περιῄεσαν σπουδῇ καταλύσεις τοῖς Ῥωμαίοις ἐπαγγέλλοντες, ὡς οὐδὲν κακὸν προσδοκῶντες οὐδὲ συνειδότες. τούτων δὲ πραττομένων ἀπιστεῖν μὲν οὐκ ἐπῄει τῷ Καμίλλῳ τὴν προδοσίαν, οἰκτείρας δὲ τὴν ἐπὶ τῇ προδοσίᾳ μετάνοιαν αὐτῶν ἐκέλευσε πρὸς τὴν σύγκλητον ἐλθόντας παραιτεῖσθαι τὴν ὀργήν καὶ παραιτουμένοις συνέπραξεν αὐτὸς ἀφεθῆναί τε τὴν πόλιν αἰτίας ἁπάσης καὶ μεταλαβεῖν ἰσοπολιτείας, αὗται μὲν οὖν ἐγένοντο τῆς ἕκτης χιλιαρχίας ἐπιφανέσταται πράξεις.

---

Plutarch, Κάμιλλος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg011.local001/.
