Ancient Greek · ~2 min
Chapter 41
Plutarch, Κάμιλλος 41.5
Not analysed yet
διὸ καὶ μεθιστάμενοι τῶν ἰδίων ὅπλων ἐπειρῶντο τοῖς ἐκείνων συστρέφεσθαι καὶ τοὺς ὑσσοὺς παραφέρειν ἐπιλαμβανόμενοι ταῖς χερσίν. οἱ δὲ Ῥωμαῖοι γυμνουμένους ὁρῶντες ἤδη τοῖς ξίφεσιν ἐχρῶντο, καὶ φόνος μὲν ἦν πολὺς τῶν προτάκτων, φυγὴ δὲ τῶν ἄλλων πανταχόσε τοῦ πεδίου, τοὺς γὰρ λόφους καὶ τὰ ὑψηλὰ προκατειλήφει Κάμιλλος, τὸ δὲ στρατόπεδον διὰ τὸ θαρσεῖν ἄφρακτον ἔχοντες ᾔδεσαν οὐ χαλεπῶς ἁλωσόμενον.