# Κάμιλλος 5.5-7

Plutarch, Κάμιλλος, 5.5 to 5.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-25/5.5

ἀλλὰ ταῦτα μὲν ἴσως ἐοικέναι δόξει μυθεύμασιν. ἁλούσης δὲ τῆς πόλεως κατὰ κράτος καὶ τῶν Ῥωμαίων ἀγόντων καὶ φερόντων ἄπειρόν τινα πλοῦτον, ἐφορῶν ὁ Κάμιλλος ἀπὸ τῆς ἄκρας τὰ πραττόμενα, πρῶτον μὲν ἑστὼς ἐδάκρυσεν, εἶτα μακαρισθεὶς ὑπὸ τῶν παρόντων ἀνέσχε τὰς χεῖρας τοῖς θεοῖς καὶ προσευχόμενος εἶπε· Ζεῦ μέγιστε καὶ θεοὶ χρηστῶν ἐπίσκοποι καὶ πονηρῶν ἔργων, αὐτοί που σύνιστε Ῥωμαίοις, ὡς οὐ παρὰ δίκην, ἀλλὰ κατʼ ἀνάγκην ἀμυνόμενοι μετερχόμεθα δυσμενῶν ἀνδρῶν καὶ παρανόμων πόλιν. εἰ δʼ ἄρα τις, ἔφη, καὶ ἡμῖν ἀντίστροφος ὀφείλεται τῆς παρούσης νέμεσις εὐπραξίας, εὔχομαι ταύτην ὑπέρ τε πόλεως καὶ στρατοῦ Ῥωμαίων εἰς ἐμαυτὸν ἐλαχίστῳ κακῷ τελευτῆσαι. ταῦτʼ εἰπών, καθάπερ ἐστὶ Ῥωμαίοις ἔθος ἐπευξαμένοις καὶ προσκυνήσασιν ἐπὶ δεξιὰ ἐξελίττειν, ἐσφάλη περιστρεφόμενος, διαταραχθέντων δὲ τῶν παρόντων πάλιν ἀναλαβὼν ἑαυτὸν ἐκ τοῦ πτώματος εἶπεν, ὡς γέγονεν αὐτῷ κατʼ εὐχὴν σφάλμα μικρὸν ἐπʼ εὐτυχίᾳ μεγίστῃ.

---

Plutarch, Κάμιλλος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg011.local001/.
