Ancient Greek · ~2 min
6.3 to 6.4
Plutarch, Κάμιλλος 6.3-4
Not analysed yet
οὐ μὴν ἀλλὰ καὶ συνάγουσιν ὁμοειδῆ τινα, τοῦτο μὲν ἱδρῶτας ἀγαλμάτων πολλάκις ἐκχυθέντας, τοῦτο δὲ στεναγμοὺς ἀκουσθέντας ἀποστροφάς τε δεικνύντες καὶ καταμύσεις ξοάνων, ἃς ἱστορήκασιν οὐκ ὀλίγοι τῶν πρότερον. πολλὰ δὲ καὶ τῶν καθʼ ἡμᾶς ἀκηκοότες ἀνθρώπων λέγειν ἔχομεν ἄξια θαύματος, ὧν οὐκ ἄν τις εἰκῇ καταφρονήσειεν. ἀλλὰ τοῖς τοιούτοις καὶ τὸ πιστεύειν σφόδρα καὶ τὸ λίαν ἀπιστεῖν ἐπισφαλές ἐστι διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν ὅρον οὐκ ἔχουσαν οὐδὲ κρατοῦσαν αὑτῆς, ἀλλʼ ἐκφερομένην ὅπου μὲν εἰς δεισιδαιμονίαν καὶ τῦφον, ὅπου δʼ εἰς ὀλιγωρίαν τῶν θεῶν καὶ περιφρόνησιν ἡ δʼ εὐλάβεια καὶ τὸ μηδὲν ἄγαν ἄριστον.