# Κάμιλλος 7.1

Plutarch, Κάμιλλος, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-25/7.1

ὁ δὲ Κάμιλλος εἴτε μεγέθει τοῦ ἔργου, πόλιν ἀντίπαλον τῆς Ῥώμης ἔτει δεκάτῳ τῆς πολιορκίας καθῃρηκώς, εἴτε ὑπὸ τῶν εὐδαιμονιζόντων αὐτὸν εἰς ὄγκον ἐξαρθεὶς καὶ φρόνημα νομίμου καὶ πολιτικῆς ἀρχῆς ἐπαχθέστερον, τά τε ἄλλα σοβαρῶς ἐθριάμβευσε καί τέθριππον ὑποζευξάμενος λευκόπωλον ἐπέβη καὶ διεξήλασε τῆς Ῥώμης, οὐδενὸς τοῦτο ποιήσαντος ἡγεμόνος πρότερον οὐδʼ ὕστερον, ἱερὸν γὰρ ἡγοῦνται τὸ τοιοῦτον ὄχημα τῷ βασιλεῖ καὶ πατρὶ τῶν θεῶν ἐπιπεφημισμένον.

---

Plutarch, Κάμιλλος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg011.local001/.
