# Μάρκος Κάτων 14.3-4

Plutarch, Μάρκος Κάτων, 14.3 to 14.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-26/14.3

καί φησι τοῖς ἰδοῦσιν αὐτόν τότε διώκοντα καί παίοντα τοὺς πολεμίους παραστῆναι μηδὲν ὀφείλειν Κάτωνα τῷ δήμῳ τοσοῦτον, ὅσον Κάτωνι τὸν δῆμον, αὐτόν τε Μάνιον τὸν ὕπατον θερμὸν ἀπὸ τῆς νίκης ἔτι θερμῷ περιπλακέντα πολὺν χρόνον ἀσπάζεσθαι καὶ βοᾶν ὑπὸ χαρᾶς, ὡς οὔτʼ ἂν αὐτὸς οὔθʼ ὁ σύμπας δῆμος ἐξισώσειε τὰς ἀμοιβὰς ταῖς Κάτωνος εὐεργεσίαις. μετὰ δὲ τὴν μάχην εὐθὺς εἰς Ῥώμην ἐπέμπετο τῶν ἠγωνισμένων αὐτάγγελος· καί διέπλευσε μέν εἰς Βρεντέσιον εὐτυχῶς, μιᾷ δʼ ἡμέρᾳ διελάσας ἐκεῖθεν εἰς Τάραντα καί τέσσαρας ἄλλας ὁδεύσας πεμπταῖος εἰς Ῥώμην ἀπὸ θαλάσσης ἀφίκετο καί πρῶτος ἀπήγγειλε τὴν νίκην. καί τὴν μέν πόλιν ἐνέπλησεν εὐφροσύνης καὶ θυσιῶν, φρονήματος δὲ τὸν δῆμον ὡς πάσης γῆς καί θαλάσσης κρατεῖν δυνάμενον.

---

Plutarch, Μάρκος Κάτων, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg025.local001/.
