Ancient Greek · ~2 min
Chapter 17
Plutarch, Μάρκος Κάτων 17.2
Not analysed yet
αἰτίαν δὲ τῆς ἐκβολῆς ἔσχε τοιαύτην. μειράκιον ἐκ τῆς παιδικῆς ὥρας ἑταιροῦν ἀνειληφὼς ὁ Λεύκιος ἀεὶ Περὶ αὑτὸν εἶχε καὶ συνεπήγετο στρατηγῶν ἐπὶ τιμῆς καὶ δυνάμεως τοσαύτης ὅσην οὐδεὶς εἶχε τῶν πρώτων παρʼ αὐτῷ φίλων καὶ οἰκείων, ἐτύγχανε μὲν οὖν ἡγούμενος ὑπατικῆς ἐπαρχίας· ἐν δὲ συμποσίῳ τινὶ τὸ μειράκιον, ὥσπερ εἰώθει, συγκατακείμενον ἄλλην τε κολακείαν ἐκίνει πρὸς ἄνθρωπον ἐν οἴνῳ ῥᾳδίως ἀγόμενον, καὶ φιλεῖν αὑτὸν οὕτως ἔλεγεν ὥστʼ, ἔφη, θέας οὔσης οἴκοι μονομάχων οὐ τεθεαμένος πρότερον ἐξώρμησα πρὸς σέ, καίπερ ἐπιθυμῶν ἰδεῖν ἄνθρωπον σφαττόμενον.