Ancient Greek · ~2 min
Chapter 19
Plutarch, Μάρκος Κάτων 19.2
Not analysed yet
ἀφʼ ὧν αὐτῷ πολὺ συνήχθη μῖσος, ἀφʼ ὧν αὐτῷ πολὺ συνήχθη μῖσος, οἱ δὲ περὶ τὸν Τίτον συστάντες ἐπʼ αὐτὸν ἔν τε τῇ βουλῇ τὰς γεγενημένας ἐκδόσεις καὶ μισθώσεις τῶν ἱερῶν καὶ δημοσίων ἔργων ἔλυσαν ὡς γεγενημένας ἀλυσιτελῶς, καὶ τῶν δημάρχων τοὺς θρασυτάτους παρώξυναν ἐν δήμῳ προσκαλέσασθαι τὸν Κάτωνα καὶ ζημιῶσαι δυσὶ ταλάντοις. πολλὰ δὲ καὶ πρὸς τὴν τῆς βασιλικῆς κατασκευὴν ἠναντιώθησαν, ἣν ἐκεῖνος ἐκ χρημάτων κοινῶν ὑπὸ τὸ βουλευτήριον τῇ ἀγορᾷ παρέβαλε καὶ Πορκία βασιλικὴ προσηγορεύθη.