Ancient Greek
Chapter 20
Plutarch, Μάρκος Κάτων 20.1
Not analysed yet
γέγονε δὲ καὶ πατὴρ ἀγαθὸς καὶ περὶ γυναῖκα χρηστὸς ἀνὴρ καὶ χρηματιστὴς οὐκ εὐκαταφρόνητος οὐδʼ ὥς τι μικρὸν ἢ φαῦλον ἐν παρέργῳ μεταχειρισάμενος τὴν τοιαύτην ἐπιμέλειαν. ὅθεν οἴομαι δεῖν καὶ περὶ τούτων ὅσα καλῶς ἔχει διελθεῖν γυναῖκα μὲν εὐγενεστέραν ἢ πλουσιωτέραν ἔγημεν, ἡγούμενος ὁμοίως μὲν ἀμφοτέρας ἔχειν βάρος καὶ φρόνημα, τὰς δὲ γενναίας αἰδουμένας τὰ αἰσχρὰ μᾶλλον ὑπηκόους εἶναι πρός τὰ καλὰ τοῖς γεγαμηκόσι.