Ancient Greek
Chapter 24
Plutarch, Μάρκος Κάτων 24.3
Not analysed yet
τοῦ δʼ ἀνθρώπου φήσαντος, ὡς οὐδὲ μέλλει μὴ πρότερον ἐκείνῳ κοινωσάμενος· καὶ μὴν ἐγώ σοι, φησίν, εὕρηκα κηδεστὴν ἐπιτήδειον, εἰ μὴ νὴ Δία τὰ τῆς ἡλικίας δυσχεραίνοιτο τἆλλα γὰρ οὐ μεμπτός ἐστι, σφόδρα δὲ πρεσβύτης. ὡς οὖν ὁ Σαλώνιος ἐκέλευε ταῦτα φροντίζειν καὶ διδόναι τὴν κόρην ᾧ προαιρεῖται, πελάτιν οὖσαν αὐτοῦ καὶ δεομένην τῆς ἐκείνου κηδεμονίας, οὐδεμίαν ὁ Κάτων ἀναβολὴν ποιησάμενος αὐτὸς ἔφη τὴν παρθένον αἰτεῖν ἑαυτῷ.