Ancient Greek · ~2 min
Chapter 13
Plutarch, Κάτων 13.2
Not analysed yet
ὡς δʼ ἐγγὺς ἦσαν, ὁ πάντα διακοσμῶν ἐκεῖνα καὶ τὸν ὄχλον εἰς τάξιν καθιστάς, ἀνὴρ πρεσβύτερος ἤδη, ῥάβδον ἐν τῇ χειρὶ καὶ στέφανον κρατῶν, ἀπήντησε τῷ Κάτωνι πρὸ τῶν ἄλλων, καὶ μηδὲ ἀσπασάμενος ἠρώτα ποῦ Δημήτριον ἀπολελοίπασι καὶ πηνίκα παρέσται. Πομπηΐου δὲ ἦν γεγονὼς ὁ Δημήτριος οἰκέτης· τότε δὲ πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων εἰς Πομπήϊον ἀποβλεπόντων, ἐθεραπεύετο παρʼ ἀξίαν, μέγα παρʼ αὐτῷ δυνάμενος.