Ancient Greek
16.1 to 16.2
Plutarch, Κάτων 16.1-2
Not analysed yet
ἐπανελθὼν δὲ εἰς Ῥώμην τὸν μὲν ἄλλον χρόνον κατʼ οἶκον Ἀθηνοδώρῳ συνών, ἢ κατʼ ἀγορὰν τοῖς φίλοις παριστάμενος διετέλεσεν. ἐπιβάλλουσαν δὲ αὐτῷ τὴν ταμιευτικὴν ἀρχὴν οὐ πρότερον μετῆλθεν ἢ τούς τε νόμους ἀναγνῶναι τοὺς ταμιευτικοὺς καὶ διαπυθέσθαι τῶν ἐμπείρων ἕκαστα καὶ τύπῳ τινὶ τῆς ἀρχῆς τὴν δύναμιν περιλαβεῖν. ὅθεν εὐθὺς εἰς τὴν ἀρχὴν καταστάς μεγάλην ἐποίησε μεταβολὴν τῶν περὶ τὸ ταμιεῖον ὑπηρετῶν καὶ γραμματέων, οἳ διὰ χειρὸς ἀεὶ τὰ δημόσια γράμματα καὶ τοὺς νόμους ἔχοντες, εἶτα νέους ἄρχοντας παραλαμβάνοντες διʼ ἀπειρίαν καὶ ἄγνοιαν ἀτεχνῶς διδασκάλων ἑτέρων καὶ παιδαγωγῶν δεομένους, οὐχ ὑφίεντο τῆς ἐξουσίας ἐκείνοις ,ἀλλὰ ἦσαν ἄρχοντες αὐτοί,