Ancient Greek · ~3 min
16.4 to 16.5
Plutarch, Κάτων 16.4-5
Not analysed yet
ᾧ Κάτλος Λουτάτιος ὁ τιμητὴς ἀνέβη βοηθήσων, ἀνὴρ μέγα τὸ τῆς ἀρχῆς ἔχων ἀξίωμα, τὸ δὲ τῆς ἀρετῆς ἔχων μέγιστον, ὡς πάντων δικαιοσύνῃ καὶ σωφροσύνῃ Ῥωμαίων διαφέρων ἦν δὲ καὶ τοῦ Κάτωνος ἐπαινέτης καὶ συνήθης διὰ τὸν βίον. ὡς οὖν ἡττώμενος τοῖς δικαίοις ἐξῃτεῖτο φανερῶς τὸν ἄνθρωπον, οὐκ εἴα ταῦτα ποιεῖν αὐτὸν ὁ Κάτων. ἔτι δὲ μᾶλλον προσλιπαροῦντος, αἰσχρόν, εἶπεν, ὦ Κάτλε, σὲ τὸν τιμητὴν καὶ τοὺς ἡμετέρους βίους ὀφείλοντα δοκιμάζειν ὑπὸ τῶν ἡμετέρων ὑπηρετῶν ἐκβάλλεσθαι. ταύτην τὴν φωνὴν ἀφέντος τοῦ Κάτωνος, ὁ Κάτλος προσέβλεψε μὲν αὐτὸν ὡς ἀμειψόμενος, εἶπε δὲ οὐδέν, ἀλλʼ,ʼ εἴτε ὑπʼ ὀργῆς εἴτε ὑπʼ αἰσχύνης ἀπῆλθε σιωπῇ διηπορημένος.