Ancient Greek · ~2 min
Chapter 18
Plutarch, Κάτων 18.2
Not analysed yet
ἐπιδεικνύμενος δὲ τὸ ταμιεῖον ἄβατόν τε καὶ καθαρὸν συκοφαντῶν, πλῆρες δὲ χρημάτων, ἐδίδασκεν ὅτι τῇ πόλει πλουτεῖν ἔξεστι μὴ ἀδικούσῃ. κατʼ ἀρχὰς δὲ τῶν συναρχόντων ἐνίοις ἐπαχθὴς καὶ χαλεπὸς φανείς ὕστερον ἠγαπᾶτο, ταῖς ἐκ τοῦ μὴ χαρίζεσθαι τὰ δημόσια μηδὲ κρίνειν κακῶς ἀπεχθείαις ὑποτιθεὶς ἑαυτὸν ἀντὶ πάντων, καὶ παρέχων ἀπολογεῖσθαι πρὸς τοὺς δεομένους καὶ βιαζομένους ἐκείνους, ὡς ἀμήχανόν ἐστιν, ἄκοντος Κάτωνος.