Ancient Greek · ~2 min
Chapter 20
Plutarch, Κάτων 20.2
Not analysed yet
εἶτα καθʼ ὁδὸν πολλοῖς τισιν ὑποζυγίοις καὶ σκεύεσι καὶ ἀκολούθοις ἀπαντήσας καὶ πυθόμενος Νέπωτα Μέτελλον εἰς Ῥώμην ἐπανέρχεσθαι δημαρχίαν μετιέναι παρεσκευασμένον, ἐπέστη σιωπῇ, καὶ διαλιπὼν μικρόν ἐκέλευσεν ἀναστρέφειν ὀπίσω τοὺς ἑαυτοῦ. τῶν δὲ φίλων θαυμασάντων, οὐκ ἴστε, εἶπεν, ὅτι καὶ καθʼ αὑτὸν ὑπὸ ἐμπληξίας φοβερός ἐστι Μέτελλος, καὶ νῦν ἐκ τῆς Πομπηΐου γνώμης ἀφιγμένος εἰς τὴν πολιτείαν ἐμπεσεῖται δίκην σκηπτοῦ πάντα πράγματα ταράττων;