Ancient Greek
Chapter 21
Plutarch, Κάτων 21.2
Not analysed yet
λέγεται δέ, πολλῶν ὑπὸ σπουδῆς καὶ φιλοφροσύνης ὠθουμένων πρὸς αὐτὸν, ἐν κινδύνῳ γενόμενος μόλις ἐξικέσθαι διὰ πλῆθος εἰς τὴν ἀγοράν. ἀποδειχθεὶς δὲ δήμαρχος σὺν ἑτέροις, καὶ τῷ Μετέλλῳ, τὰς ὑπατικὰς ἀρχαιρεσίας ὁρῶν ὠνίους οὔσας, ἐπετίμησε τῷ δήμῳ· καὶ καταπαύων τὸν λόγον ἐπώμοσε τοῦ δόντος ἀργύριον, ὅστις ἂν ᾖ, κατηγορήσειν, ἕνα Σιλανὸν ὑπεξελόμενος διʼ οἰκειότητα. Σερβιλίαν γὰρ ἀδελφὴν Κάτωνος ὁ Σιλανὸς εἶχε.