Ancient Greek · ~2 min
Chapter 24
Plutarch, Κάτων 24.3
Not analysed yet
φαίνεται δὲ ὅλως ἀτύχημα γενέσθαι τοῦ Κάτωνος ἡ γυναικωνῖτις αὕτη μὲν γὰρ ἐπὶ Καίσαρι κακῶς ἤκουσε· τὰ δὲ τῆς ἑτέρας Σερβιλίας, ἀδελφῆς δὲ Κάτωνος, ἀσχημονέστερα. Λευκόλλῳ γὰρ γαμηθεῖσα, πρωτεύσαντι Ῥωμαίων κατὰ δόξαν ἀνδρί, καὶ τεκοῦσα παιδίον ἐξέπεσε τοῦ οἴκου διʼ ἀκολασίαν. τὸ δὲ αἴσχιστον, οὐδʼ ἡ γυνὴ τοῦ Κάτωνος Ἀτιλία τοιούτων ἐκαθάρευσεν ἁμαρτημάτων, ἀλλὰ καίπερ ἐξ αὐτῆς δύο παιδία πεποιημένος ἀνάγκην ἔσχεν ἐκβαλεῖν ἀσχημονοῦσαν.