Ancient Greek · ~2 min
Chapter 25
Plutarch, Κάτων 25.3
Not analysed yet
δόξῃ μὲν γὰρ ἀνθρώπων ἄτοπον εἶναι τὸ τοιοῦτον, φύσει δὲ καλὸν καὶ πολιτικόν, ἐν ὥρᾳ καὶ ἀκμῇ γυναῖκα μήτε ἀργεῖν τὸ γόνιμον ἀποσβέσασαν, μήτε πλείονα τῶν ἱκανῶν ἐπιτίκτουσαν, ἐνοχλεῖν καὶ καταπτωχεύειν οὐδὲν δεόμενον, κοινουμένους δὲ τὰς διαδοχὰς ἀξίοις ἀνδράσι τήν τε ἀρετὴν ἄφθονον ποιεῖν καὶ πολύχυτον τοῖς γένεσι, καὶ τήν πόλιν αὑτὴν πρὸς αὑτὴν ἀνακεραννύναι ταῖς οἰκειότησιν. εἰ δὲ πάντως περιέχοιτο τῆς γυναικὸς ὁ Βύβλος, ἀποδώσειν εὐθὺς τεκοῦσαν, οἰκειότερος αὐτῷ τε Βύβλῳ καὶ Κάτωνι ι κοινωνίᾳ παίδων γενόμενος.