Ancient Greek · ~5 min
3.3 to 3.6
Plutarch, Κάτων 3.3-6
Not analysed yet
ἦν μὲν οὖν ἔτος ἐκεῖνο τῷ Κάτωνι τεσσαρεσκαιδέκατον ἰδὼν δὲ κεφαλὰς ἐπιφανῶν ἀνδρῶν λεγομένων ἐκκομιζομένας, καὶ κρύφα τοὺς παρόντας ἐπιστένοντας, ἠρώτησε τὸν παιδαγωγόν ὅ τι δὴ τοῦτον τὸν ἄνθρωπον οὐδεὶς ἀποκτίννυσιν. εἰπόντος δὲ ἐκείνου, φοβοῦνται γὰρ αὐτὸν, ὦ παῖ, μᾶλλον, ἢ μισοῦσι, τί οὖν, εἶπεν, οὐκ ἐμοὶ ξίφος ἔδωκας, ἵνα αὐτὸν ἀνελὼν ἀπήλλαξα δουλείας τὴν πατρίδα; τοῦτον τὸν λόγον ἀκούσας ὁ Σαρπηδών, ἅμα δὲ καὶ τὸ βλέμμα καὶ τὸ πρόσωπον αὐτοῦ πιμπλάμενον ὀργῆς καὶ μένους κατιδών, οὕτως ἔδεισεν ὥστε τὸ λοιπὸν ἤδη προσέχειν ἀκριβῶς καὶ παραφυλάττειν, μή τι τολμήσῃ παραβολώτερον. ἔτι μὲν οὖν παιδάριον ὢν μικρόν, ἀπεκρίνατο τοῖς ἐρωτῶσι τίνα φιλεῖ μάλιστα, τὸν ἀδελφόν τίνα δεύτερον, ὁμοίως τὸν ἀδελφόν, καὶ τρίτον, ἄχρι οὗ πολλάκις λέγοντος ἀπεῖπεν ὁ ἐρωτῶν, γενόμενος δʼ ἐν ἡλικίᾳ μᾶλλον ἐβεβαίου τὴν πρὸς τὸν ἀδελφόν εὔνοιαν. ἔτη γὰρ εἴκοσι γεγονώς χωρὶς Καιπίωνος οὐκ ἐδείπνησεν, οὐκ ἀπεδήμησεν, εἰς ἀγορὰν οὐ προῆλθε. μύρον δʼ ἐκείνου λαμβάνοντος αὐτὸς παρῃτεῖτο· καὶ τἆλλα τὰ περὶ τὴν δίαιταν ἦν ἀκριβὴς καὶ σύντονος, ὁ γοῦν Καιπίων ἐπὶ σωφροσύνῃ καὶ μετριότητι θαυμαζόμενος ὡμολόγει τοιοῦτος εἶναι πρὸς τοὺς ἄλλους ἐξεταζόμενος, ἀλλʼ ὅταν, ἔφη, παρὰ τὸν Κάτωνος βίον παραβάλλω τὸν ἐμόν, οὐδὲν ἐμαυτῷ φαίνομαι Σιππίου διαφέρειν, τῶν ἐπὶ τρυφῇ τινα καὶ μαλακίᾳ περιβοήτων ὀνομάσας.