Ancient Greek · ~4 min
32.1 to 32.3
Plutarch, Κάτων 32.1-3
Not analysed yet
?Ὡς δὲ ταῦτα λέγων τήν τε βουλὴν ὁμόψηφον εἶχε, καὶ τῶν ἐκτὸς ἀνθρώπων οὐκ ὀλίγοι παρίσταντο δυσχεραίνοντες τήν ἀτοπίαν τοῦ Καίσαρος· ἃ γὰρ οἱ θρασύτατοι δήμαρχοι καὶ ὀλιγωρότατοι πρὸς χάριν ἐπολιτεύοντο τῶν πολλῶν, ταῦτα ἀπʼ ἐξουσίας ὑπατικῆς, αἰσχρῶς καὶ ταπεινῶς ὑποδυόμενος τὸν δῆμον, ἔπραττε· φοβηθέντες οὖν ἐχώρουν διὰ βίας, καὶ πρῶτον μὲν αὐτῷ τῷ Βύβλῳ καταβαίνοντι κοπρίων ἐπεσκεδάσθη κόφινος, ἔπειτα τοῖς ῥαβδούχοις προσπεσόντες αὐτοῦ κατέκλασαν τὰς ῥάβδους· τέλος δὲ καὶ βελῶν φερομένων καὶ πολλῶν συντιτρωσκομένων ἔφυγον ἐξ ἀγορᾶς δρόμῳ μὲν οἱ λοιποὶ πάντες, ἔσχατος δὲ Κάτων ἀπῄει βάδην, μεταστρεφόμενος καὶ μαρτυρόμενος τοὺς πολίτας. οὐ μόνον οὖν τήν διανομὴν ἐκύρωσαν, ἀλλὰ καὶ προσεψηφίσαντο τήν σύγκλητον ὀμόσαι πᾶσαν ἦ μὴν ἐπιβεβαιώσειν τὸν νόμον, καὶ βοηθήσειν ἄν τις τἀναντία πράττῃ, μεγάλα τάξαντες ἐπιτίμια κατὰ τῶν μὴ ὀμοσάντων. ὤμνυσαν οὖν ἅπαντες ἐξ ἀνάγκης, τὸ Μετέλλου τοῦ παλαιοῦ πάθος ἐν νῷ λαμβάνοντες, ὃν εἰς νόμον ὅμοιον ὀμόσαι μὴ θελήσαντα περιεῖδεν ὁ δῆμος ἐκπεσόντα φυγῇ τῆς Ἰταλίας.