Ancient Greek · ~2 min
32.5 to 32.6
Plutarch, Κάτων 32.5-6
Not analysed yet
ἔσχατον δὲ κακῶν, εἰ διʼ ἣν ἅπαντα πράττει πόλιν ἀφεὶς καὶ προέμενος τοῖς ἐπιβουλεύουσιν ὥσπερ ἄσμενος ἀπαλλάξεται τῶν ὑπὲρ αὐτῆς ἀγώνων καὶ γὰρ εἰ μὴ Κάτων τῆς Ῥώμης, ἀλλʼ ἡ Ῥώμη δεῖται Κάτωνος, δέονται δὲ καὶ οἱ φίλοι πάντες· ὧν αὑτὸν εἶναι πρῶτον ὁ Κικέρων ἔλεγεν, ἐπιβουλευόμενον ὑπὸ Κλωδίου διὰ δημαρχίας ἄντικρυς ἐπʼ αὐτὸν βαδίζοντος. ὑπὸ τούτων φασὶ καὶ τοιούτων τὸν Κάτωνα λόγων καὶ δεήσεων μαλασσόμενον οἴκοι καὶ κατʼ ἀγοράν ἐκβιασθῆναι μόλις, καὶ προσελθεῖν πρὸς τὸν ὅρκον ἔσχατον ἁπάντων πλὴν ἑνὸς Φαωνίου τῶν φίλων καὶ συνήθων.