# Κάτων 34.1-2

Plutarch, Κάτων, 34.1 to 34.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-27/34.1

ἀλλὰ καίπερ οὕτως τὰ πράγματα κατειληφότες ἐγκρατῶς, καὶ τὸ μὲν χάριτι τῆς πόλεως, τὸ δὲ φόβῳ μέρος ὑφʼ ἑαυτοὺς ἔχοντες ὅμως ἐφοβοῦντο τὸν Κάτωνα, καὶ γάρ ἐν οἷς περιῆσαν αὐτοῦ τό γε χαλεπῶς καὶ μετὰ πόνων καὶ μὴ χωρὶς αἰσχύνης, ἀλλʼ ἐλεγχομένους βιάζεσθαι μόλις ἀνιαρὸν ἦν καὶ πρόσαντες. ὁ δὲ Κλώδιος οὐδὲ Κικέρωνα καταλύσειν ἤλπιζε Κάτωνος παρόντος, ἀλλὰ τοῦτο διαμηχανώμενος πρῶτον, ὡς εἰς ἀρχὴν κατέστη, μετεπέμψατο τὸν Κάτωνα καὶ λόγους αὐτῷ προσήνεγκεν ὡς πάντων ἐκεῖνον ἡγούμενος ἄνδρα Ῥωμαίων καθαρώτατον ἔργῳ διδόναι πίστιν ἕτοιμός ἐστι· πολλῶν γὰρ αἰτουμένων τὴν ἐπὶ Κύπρον καὶ Πτολεμαῖον ἀρχὴν καὶ δεομένων ἀποσταλῆναι μόνον ἄξιον ἐκεῖνον ἡγεῖσθαι καὶ διδόναι τὴν χάριν ἡδέως.

---

Plutarch, Κάτων, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg050.local001/.
