Ancient Greek
Chapter 37
Plutarch, Κάτων 37.3
Not analysed yet
Κανιδίῳ δὲ καὶ διʼ ἐμπειρίαν χρῶμαι καὶ διὰ πίστιν ἑτέρων μᾶλλον, ἐξ ἀρχῆς μὲν ἀφιγμένῳ, καθαρῷ δὲ φαινομένῳ. ταῦτα μέντοι μόνον αὐτῷ μόνῳ διαλεχθέντα τὸν Κάτωνα πρὸς τὸν Κανίδιον ἐξενεγκεῖν. αἰσθόμενος οὖν αὐτὸς οὔτε ἐπὶ δεῖπνον ἔτι φοιτᾶν οὔτε σύμβουλος ὑπακούειν καλούμενος, ἀπειλοῦντος δὲ τοῦ Κάτωνος, ὥσπερ εἰώθασι τῶν ἀπειθούντων, ἐνέχυρα λήψεσθαι, μηδὲν φροντίσας ἐκπλεῦσαι καὶ πολὺν χρόνον ἐν ὀργῇ διατελεῖν·