Ancient Greek
Chapter 40
Plutarch, Κάτων 40.2
Not analysed yet
προσέκρουσεν ὁ Κάτων αὐτῷ λέγοντι, καὶ τέλος ἀναστὰς ἔφη τῆς μὲν Κλωδίου πολιτείας μηδὲν ὑγιὲς μηδὲ χρηστὸν ὅλως νομίζειν, εἰ δὲ ἀναιρεῖ τις ὅσα δημαρχῶν ἔπραξεν, ἀναιρεῖσθαι πᾶσαν αὐτοῦ τὴν περὶ Κύπρον πραγματείαν καὶ μὴ γεγονέναι τὴν ἀποστολὴν νόμιμον ἄρχοντος παρανόμου ψηφισαμένου· παρανόμως μὲν οὐ δήμαρχον αἱρεθῆναι τὸν Κλώδιον ἐκ πατρικίων μεταστάντα νόμου διδόντος εἰς δημοτικὸν οἶκον, εἰ δὲ μοχθηρὸς, ὥσπερ ἄλλοι, γέγονεν ἄρχων, αὐτὸν εὐθύνειν τὸν ἀδικήσαντα, μὴ λύειν τὴν συναδικηθεῖσαν ἀρχὴν εἶναι προσῆκον, ἐκ τούτου διʼ ὀργῆς ὁ Κικέρων ἔσχε τὸν Κάτωνα, καὶ φίλῳ χ ρώμενος ἐπαύσατο χρόνον πολύν εἶτα μέντοι διηλλάγησαν.