Ancient Greek · ~4 min
42.1 to 42.3
Plutarch, Κάτων 42.1-3
Not analysed yet
οὐχ ὑποστάντος δὲ τοῦ Δομιτίου τὸ δεινόν, ἀλλʼ εἰς τὴν οἰκίαν καταφυγόντος, ᾑρέθησαν μὲν ὕπατοι Πομπήϊος καὶ Κράσσος, οὐκ ἀπέκαμε δὲ ὁ Κάτων, ἀλλʼ αὐτὸς προελθὼν στρατηγίαν μετῄει, βουλόμενος ὁρμητήριον ἔχειν τῶν πρὸς ἐκείνους ἀγώνων καὶ πρὸς ἄρχοντας ἀντικαθίστασθαι μὴ ἰδιώτης, οἱ δὲ καὶ τοῦτο δείσαντες, ὡς τῆς στρατηγίας ἀξιομάχου διὰ Κάτωνα πρὸς τὴν ὑπατείαν γενησομένης, πρῶτον μὲν ἐξαίφνης καὶ τῶν πολλῶν ἀγνοούντων βουλὴν συναγαγόντες ἐψηφίσαντο τοὺς αἱρεθέντας στρατηγοὺς εὐθὺς ἄρχειν καὶ μὴ διαλιπόντας τὸν νόμιμον χρόνον, ἐν ᾧ δίκαι τοῖς δεκάσασι τὸν δῆμον ἦσαν. ἔπειτα διὰ τοῦ ψηφίσματος τὸ διδόναι ἀνυπεύθυνον κατασκευάσαντες ὑπηρέτας αὑτῶν καὶ φίλους ἐπὶ τὴν στρατηγίαν προῆγον, αὐτοὶ μὲν διδόντες ἀργύριον, αὐτοὶ δὲ ταῖς ψήφοις φερομέναις ἐφεστῶτες. ὡς δὲ καὶ τούτων ἡ Κάτωνος ἀρετὴ καὶ δόξα περιῆν, ὑπʼ αἰδοῦς τῶν πολλῶν ἐν δεινῷ πολλῷ τιθεμένων ἀποδόσθαι Κάτωνα ταῖς ψήφοις, ὃν καλῶς εἶχε πρίασθαι τῇ πόλει στρατηγόν, ἥ τε πρώτη κληθεῖσα τῶν φυλῶν ἐκεῖνον ἀπέδειξεν, ἐξαίφνης ὁ Πομπήϊος βροντῆς ἀκηκοέναι ψευσάμενος αἴσχιστα διέλυσε τὴν ἐκκλησίαν, εἰθισμένων ἀφοσιοῦσθαι τὰ τοιαῦτα καὶ μηδὲν ἐπικυροῦν διοσημίας γενομένης.