# Κάτων 43.5-6

Plutarch, Κάτων, 43.5 to 43.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-27/43.5

ἀλλὰ τοῦτο μὲν ἐπελθὼν ὁ Κάτων διεκώλυσε· τῷ δὲ Καίσαρι πάλιν νόμου γραφομένου περὶ τῶν ἐπαρχιῶν καὶ τῶν στρατοπέδων, οὐκέτι πρὸς τὸν δῆμον ὁ Κάτων, ἀλλὰ πρὸς αὐτὸν τραπόμενος Πομπήϊον ἐμαρτύρατο καὶ προὔλεγεν ὡς ἐπὶ τὸν αὑτοῦ τράχηλον ἀναλαμβάνων Καίσαρα νῦν μὲν οὐκ οἶδεν, ὅταν δὲ ἄρχηται βαρύνεσθαι καὶ κρατεῖσθαι μήτε ἀποθέσθαι δυνάμενος μήτε φέρειν ὑπομένων, εἰς τὴν πόλιν ἐμπεσεῖται σὺν αὐτῷ, καὶ μεμνήσεται τότε τῶν Κάτωνος παραινέσεων, ὡς οὐδὲν ἧττον ἐν αὐταῖς τὸ Πομπηΐου συμφέρον ἐνῆν ἢ τὸ καλὸν καὶ δίκαιον. ταῦτα πολλάκις ἀκούων ὁ Πομπήϊος ἠμέλει καὶ παρέπεμπεν ἀπιστίᾳ τῆς Καίσαρος μεταβολῆς διὰ πίστιν εὐτυχίας τῆς ἑαυτοῦ καὶ δυνάμεως.

---

Plutarch, Κάτων, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg050.local001/.
