Ancient Greek · ~2 min
Chapter 44
Plutarch, Κάτων 44.6
Not analysed yet
ταῦτα ὁμολογήσαντες αἱροῦνται φύλακα καὶ βραβευτὴν καὶ μάρτυρα τὸν Κάτωνα καὶ τὰ χρήματα φέροντες ἐκείνῳ παρετίθεντο· καὶ τὰς συνθήκας ἐγράψαντο πρὸς ἐκεῖνον, ἀντὶ τῶν χρημάτων ἐγγυητὰς λαβόντα, τὰ δὲ χρήματα μὴ δεξάμενον. ὡς δὲ ἧκεν ἡ κυρία τῆς ἀναδείξεως, παραστὰς ὁ Κάτων τῷ βραβεύοντι δημάρχῳ καὶ παραφυλάξας τὴν ψῆφον, ἕνα τῶν παραβαλομένων ἀπέφηνε κακουργοῦντα καὶ προσέταξεν ἀποδοῦναι τοῖς ἄλλοις τὸ ἀργύριον.