Ancient Greek · ~2 min
51.1 to 51.2
Plutarch, Κάτων 51.1-2
Not analysed yet
τοῦ δὲ Καίσαρος ἐμβαλόντος εἰς ἔθνη μάχιμα καὶ παραβόλως κρατήσαντος, Γερμανοῖς δὲ καὶ σπονδῶν γενομένων δοκοῦντος ἐπιθέσθαι καὶ καταβαλεῖν τριάκοντα μυριάδας, οἱ μὲν ἄλλοι τὸν δῆμον ἠξίουν εὐαγγέλια θύειν, ὁ δὲ Κάτων ἐκέλευεν ἐκδιδόναι τὸν Καίσαρα τοῖς παρανομηθεῖσι καὶ μὴ τρέπειν εἰς αὑτοὺς μηδὲ ἀναδέχεσθαι τὸ ἄγος εἰς τὴν πόλιν. οὐ μὴν ἀλλὰ καὶ τοῖς θεοῖς, ἔφη, θύωμεν, ὅτι τῆς τοῦ στρατηγοῦ μανίας καὶ ἀπονοίας τὴν δίκην εἰς τοὺς στρατιώτας οὐ τρέπουσιν, ἀλλὰ φείδονται τῆς πόλεως. ἐκ τούτου Καῖσαρ ἐπιστολὴν γράψας ἀπέστειλεν εἰς τὴν σύγκλητον· ὡς δὲ ἀνεγνώσθη βλασφημίας πολλὰς ἔχουσα καὶ κατηγορίας τοῦ Κάτωνος,