Ancient Greek · ~3 min
55.1 to 55.2
Plutarch, Κάτων 55.1-2
Not analysed yet
ἐπεὶ δὲ Καίσαρα διώκων Πομπήϊος εἰς Θεσσαλίαν ἀνεζεύγνυε πολλὰ καταλιπὼν περὶ Δυρράχιον ὅπλα καὶ χρήματα καὶ σώματα συγγενῆ καὶ οἰκεῖα, πάντων ἀπέδειξεν ἡγεμόνα καὶ φύλακα τὸν Κάτωνα πεντεκαίδεκα σπείρας ἔχοντα στρατιωτῶν διὰ πίστιν ἅμα καὶ φόβον τοῦ ἀνδρός, ἡττωμένῳ μὲν γὰρ πάντων εἶναι βεβαιότατον ἐνόμιζεν, εἰ δὲ νικῴη, μὴ ἐπιτρέψειν παρόντα χρήσασθαι τοῖς πράγμασιν ὡς προῄρηται. πολλοὶ δὲ καὶ τῶν ἐπιφανῶν ἀνδρῶν ἀπερρίφησαν ἐν Δυρραχίῳ μετὰ Κάτωνος. γενομένης δὲ τῆς κατὰ Φάρσαλον ἥττης οὕτως ἔστη τοῖς λογισμοῖς ὁ Κάτων ὡς, εἰ μὲν τεθνήκοι Πομπήϊος, εἰς Ἰταλίαν τοὺς σὺν αὐτῷ περαιώσων, αὐτὸς δὲ πορρωτάτω τῆς τυραννίδος ἐπὶ φυγῇ βιωσόμενος. εἰ δὲ σῴζοιτο, πάντως ἐκείνῳ διαφυλάξων τὴν δύναμιν.