Ancient Greek · ~2 min
56.1 to 56.2
Plutarch, Κάτων 56.1-2
Not analysed yet
τεκμαιρόμενος δὲ Πομπήϊον Μᾶγνον εἰς Αἴγυπτον ἢ Λιβύην διεκπεσεῖσθαι καὶ σπεύδων πρὸς ἐκεῖνον ἀνήχθη μὲν ἔχων ἅπαντας, ἔπλει δὲ πρῶτον ἀπιέναι διδοὺς καὶ ὑπολείπεσθαι τοὺς οὐ προθύμως συστρατευομένους, ἁψάμενος δὲ Λιβύης καὶ παραπλέων ἐντυγχάνει Σέξτῳ τῷ νεωτέρῳ τῶν Πομπηΐου παίδων ἀγγέλλοντι τὴν ἐπʼ Αἰγύπτου τοῦ πατρὸς τελευτήν. πάντες μὲν οὖν βαρέως ἤνεγκαν, οὐδεὶς δὲ μετὰ Πομπήϊον ἠξίου Κάτωνος παρόντος οὐδὲ ἀκούειν ἄλλον ἡγεμόνα, διὸ καὶ Κάτων αἰδούμενος καὶ οἰκτείρων ἄνδρας ἀγαθοὺς καὶ πίστεως δεδωκότας πεῖραν ἐπὶ ξένης ἐρήμους καὶ ἀπόρους ἀπολιπεῖν, ὑπέστη τε τὴν ἀρχὴν καὶ παρῆλθεν εἰς Κυρήνην· ἐδέξαντο γὰρ ἐκεῖνον, ὀλίγαις ἡμέραις ἔμπροσθεν ἀποκλείσαντες Λαβιηνόν.