Ancient Greek
Chapter 57
Plutarch, Κάτων 57.2
Not analysed yet
ὁ μέντοι Κάτων ὡς εἶδεν, ἄρας τὸν ἑαυτοῦ μετέθηκεν ἐπὶ θάτερα, μέσον λαμβάνων τὸν Σκηπίωνα, καίπερ ἐχθρὸν ὄντα καί τι καί βιβλίον ἐκδεδωκότα βλασφημίας ἔχον τοῦ Κάτωνος, εἶτα τοῦτο μὲν εἰς οὐδένα τίθενται λόγον, εἰ δὲ Φιλόστρατον ἐν Σικελίᾳ μέσον εἶχε περιπατῶν ἐπὶ τιμῇ φιλοσοφίας, ἐγκαλοῦσι. τότε δʼ οὖν καί τὸν Ἰόβαν ἔπαυσε μονονουχὶ σατράπας πεποιημένον ἑαυτοῦ τοὺς περὶ τὸν Σκηπίωνα, κἀκείνους διήλλαξεν.