Ancient Greek · ~3 min
58.3 to 58.4
Plutarch, Κάτων 58.3-4
Not analysed yet
Ἰτυκαίων δὲ τοὺς μὲν ἡβῶντας ἐν τοῖς χαρακώμασιν ἔταξεν οἰκεῖν, τὰ ὅπλα παραδόντας αὐτῷ, τοὺς δὲ ἄλλους ἐν τῇ πόλει συνεῖχεν, ἰσχυρῶς ἐπιμελόμενος μὴ ἀδικεῖσθαι μηδὲ πάσχειν κακῶς ὑπὸ τῶν Ῥωμαίων. ὅπλα δὲ πολλὰ καί χρήματα καί σῖτον ἐξέπεμψε τοῖς ἐπὶ στρατοπέδου, καί ὅλως εἶχε τοῦ πολέμου τὴν πόλιν ταμιεῖον. ἃ δὲ Πομπηΐῳ συνεβούλευε πρότερον καί τότε Σκηπίωνι, μὴ μάχεσθαι πρὸς ἄνδρα πολεμιστὴν καί δεινόν, ἀλλὰ τῷ χρόνῳ χρῆσθαι πᾶσαν ἀκμὴν ᾗ τυραννὶς ἰσχύει μαραίνοντι, τούτων ὁ Σκηπίων ὑπὸ αὐθαδείας κατεφρόνει· καί ποτε τῷ Κάτωνι δειλίαν ὀνειδίζων ἔγραψεν, εἰ μὴ μόνον αὐτὸς ἀγαπᾷ καθήμενος ἐν πόλει καί τείχεσιν, ἀλλὰ μηδὲ ἑτέρους ἐᾷ πρὸς τὸν καιρὸν εὐθαρσῶς χρῆσθαι τοῖς λογισμοῖς.