Ancient Greek · ~2 min
Chapter 59
Plutarch, Κάτων 59.2
Not analysed yet
ἅμα δʼ ἡμέρᾳ τοὺς τριακοσίους οἷς ἐχρῆτο βουλῇ, Ῥωμαίους μὲν ὄντας, ἐν δὲ Λιβύῃ πραγματευομένους ἀπὸ ἐμπορίας καὶ δανεισμῶν, εἰς ἱερὸν Διὸς ἐκήρυττε συνιέναι, καὶ ὅσοι παρῆσαν ἀπὸ συγκλήτου, καὶ παῖδας αὑτῶν, ἔτι δὲ συλλεγομένων ἐκείνων προσελθὼν ἀθορύβως καὶ μετὰ εὐσταθείας, ὥσπερ οὐδενὸς καινοῦ γεγονότος, βιβλίον ἔχων ἐν ταῖς χερσὶν ἀνεγίνωσκεν. ἦν δὲ ἀναγραφὴ τῶν πρὸς τὸν πόλεμον ὀργάνων, ὅπλων, σίτου, τόξων, ὁπλιτῶν.