Ancient Greek · ~2 min
60.2 to 60.3
Plutarch, Κάτων 60.2-3
Not analysed yet
εἰπόντος δέ τινος ὡς χρὴ ψηφίσασθαι δούλοις ἐλευθερίαν, καὶ τῶν πλείστων συνεπαινεσάντων, οὐκ ἔφη τοῦτο ποιήσειν ὁ Κάτων οὐ γὰρ εἶναι νόμιμον οὐδὲ δίκαιον, αὐτῶν μέντοι τῶν δεσποτῶν ἀφιέντων τοὺς ἐν ἡλικίᾳ δέχ; εσθαι. γενομένων δὲ πολλῶν ὑποσχέσεων κελεύσας ἀπογράφεσθαι τὸν βουλόμενον ἀπηλλάττετο. καὶ μετὰ μικρὸν ἧκεν αὐτῷ γράμματα παρὰ Ἰόβα καὶ Σκηπίωνος, Ἰόβα μὲν ἐν ὄρει κεκρυμμένου μετʼ ὀλίγων ἐρωτῶντος ὅ τι πράττειν δέδοκται τῷ Κάτωνι· καὶ γὰρ περιμενεῖν Ἰτύκην ἐκλιπόντα καὶ πολιορκουμένῳ μετὰ στρατιᾶς ἐπιβοηθήσειν, Σκηπίωνος δὲ πρὸς ἄκρᾳ τινὶ ναυλοχοῦντος οὐ πόρρω τῆς Ἰτύκης ἐπὶ τοῖς αὐτοῖς καραδοκοῦντος.