Ancient Greek
Chapter 65
Plutarch, Κάτων 65.1
Not analysed yet
τοιαῦτα διαλεχθεὶς τοῖς τριακοσίοις ἀπηλλάττετο· καὶ πυθόμενος Καίσαρα πᾶσαν ἄγοντα τήν στρατιὰν ἤδη καθʼ ὁδὸν εἶναι, παπαὶ, εἶπεν, ὡς ἐπʼ ἄνδρας ἡμᾶς ἐκεῖνος καὶ τραπόμενος πρὸς τοὺς συγκλητικοὺς ἐκέλευε μὴ μέλλειν, ἀλλʼ ἕως παραμένουσιν οἱ ἱππεῖς σῴζεσθαι. καὶ τὰς μὲν ἄλλας ἀπέκλεισε θύρας, μιᾷ δὲ τῇ πρὸς θάλασσαν φερούσῃ τά τε πλοῖα τοῖς ὑφʼ ἑαυτὸν διένειμε καὶ τάξεως ἐπεμελεῖτο, παύων τὰς ἀδικίας καὶ διαλύων τοὺς θορύβους, καὶ τοὺς ἀπόρως ἔχοντας ἐφοδιάζων.