Ancient Greek · ~2 min
Chapter 66
Plutarch, Κάτων 66.3
Not analysed yet
γενόμενος δὲ πρὸς τούτῳ μετὰ τοῦ Λευκίου τὸν υἱὸν αὐτῷ συνέστησε καὶ τοὺς ἑταίρους ἀπιόντι· καὶ προπέμψας ἐκεῖνον καὶ δεξιωσάμενος ἐπανῆλθεν οἴκαδε, καὶ τὸν υἱὸν καὶ τοὺς φίλους συναγαγὼν ἄλλα τε πολλὰ διελέχθη καὶ πολιτείας ἀπεῖπεν ἅψασθαι τῷ μειρακίῳ· τὸ μὲν γὰρ ἀξίως Κάτωνος οὐκέτι τὰ πράγματα δέξασθαι, τὸ δὲ ἄλλως αἰσχρὸν εἶναι, καὶ περὶ ἑσπέραν ἤδη τρέπεται πρὸς τὸ βαλανεῖον.