Ancient Greek · ~2 min
Chapter 67
Plutarch, Κάτων 67.2
Not analysed yet
ἐνταῦθα δή, ὡς εἰκός, ἀντιβάντος τοῦ Περιπατητικοῦ, σφοδρὸς ἐμπεσὼν ὁ Κάτων καὶ τόνον προσθεὶς καὶ τραχύτητα φωνῆς ἀπέτεινε πορρωτάτω τὸν λόγον, ἀγῶνι θαυμαστῷ χρησάμενος, ὥστε μηδένα λαθεῖν ὅτι τῷ βίῳ πέρας ἔγνωκεν ἐπιθεὶς ἀπαλλάττεσθαι τῶν παρόντων, διὸ καὶ μετὰ τὸν λόγον σιωπῆς καὶ κατηφείας γενομένης ἐν πᾶσιν, ἀναλαμβάνων αὐτοὺς καὶ ἀπάγων τῆς ὑποψίας ὁ Κάτων αὖθις ὑπὲρ τῶν παρόντων ἐνέβαλλεν ἐρωτήματα καὶ φροντίδας, ὡς δεδιὼς μὲν ὑπὲρ τῶν πλεόντων, δεδιὼς δὲ ὑπὲρ τῶν ὁδευόντων ἐρημίαν ἄνυδρον καὶ βάρβαρον.