Ancient Greek
Chapter 1
Plutarch, Κίμων 1.2
Not analysed yet
λείπεται δὲ παῖς ὀρφανὸς γονέων, ὄνομα Δάμων, παρωνύμιον δὲ Περιπόλτας, πολὺ δή τι καὶ σώματος κάλλει καὶ ψυχῆς φρονήματι τοὺς καθʼ αὑτὸν ὑπεραίρων νέους, ἄλλως δʼ ἀπαίδευτος καὶ σκληρὸς τὸ ἦθος. τούτου Ῥωμαῖος ἡγεμὼν σπείρας τινὸς ἐν Χαιρωνείᾳ διαχειμαζούσης ἐρασθεὶς ἄρτι τὴν παιδικὴν ἡλικίαν παρηλλαχότος, ὡς οὐκ ἔπειθε πειρῶν καὶ διδούς, δῆλος ἦν οὐκ ἀφεξόμενος βίας, ἅτε δὴ καὶ τῆς πατρίδος ἡμῶν τότε λυπρὰ πραττούσης καὶ διὰ μικρότητα καὶ πενίαν παρορωμένης.