Ancient Greek · ~2 min
1.4 to 1.5
Plutarch, Κίμων 1.4-5
Not analysed yet
γενομένης δὲ ταραχῆς ἡ τῶν Χαιρωνέων βουλὴ συνελθοῦσα θάνατον αὐτῶν κατέγνω· καὶ τοῦτο ἦν ὑπὲρ τῆς πόλεως ἀπολόγημα πρὸς τοὺς Ῥωμαίους. ἑσπέρας δὲ τῶν ἀρχόντων, ὥσπερ ἔθος ἐστί, κοινῇ δειπνούντων οἱ περὶ τὸν Δάμωνα παρεισπεσόντες εἰς τὸ ἀρχεῖον ἀπέσφαξαν αὐτοὺς καὶ πάλιν ᾤχοντο φεύγοντες ἐκ τῆς πόλεως. ἔτυχε δὲ περὶ τὰς ἡμέρας ἐκείνας Λεύκιος Λούκουλλος ἐπί τινα πρᾶξιν μετὰ δυνάμεως παρερχόμενος. ἐπιστήσας δὲ τὴν πορείαν καὶ τῶν γεγονότων προσφάτων ὄντων ἐξέτασιν ποιησάμενος εὗρε τὴν πόλιν οὐδενὸς αἰτίαν, ἀλλὰ μᾶλλον συνηδικημένην· καὶ τοὺς στρατιώτας ἀναλαβὼν ἀπήγαγε μεθʼ ἑαυτοῦ.