Ancient Greek · ~2 min
Chapter 10
Plutarch, Κίμων 10.8
Not analysed yet
λημμάτων δὲ δημοσίων τοὺς ἄλλους πλὴν Ἀριστείδου καὶ Ἐφιάλτου πάντας ἀναπιμπλαμένους ὁρῶν, αὑτὸν ἀδέκαστον καὶ ἄθικτον ἐκ τῇ πολιτείᾳ δωροδοκίας καὶ πάντα προῖκα καὶ καθαρῶς πράττοντα καὶ λέγοντα διὰ τέλους παρέσχε. λέγεταί γέ τοι Ῥοισάκην τινὰ βάρβαρον ἀποστάτην βασιλέως ἐλθεῖν μετὰ χρημάτων πολλῶν εἰς Ἀθήνας, καὶ σπαραττόμενον ὑπὸ τῶν συκοφαντῶν καταφυγεῖν πρὸς Κίμωνα, καὶ θεῖναι παρὰ τὴν αὔλειον αὐτοῦ φιάλας δύο, τὴν μὲν ἀργυρείων ἐμπλησάμενον Δαρεικῶν, τὴν δὲ χρυσῶν· ἰδόντα δὲ τὸν Κίμωνα καὶ μειδιάσαντα πυθέσθαι τοῦ ἀνθρώπου,