Ancient Greek · ~2 min
Chapter 15
Plutarch, Κίμων 15.3
Not analysed yet
ἐκεῖνά τε τὰ πρὸς τὴν ἀδελφὴν ἀνανεούμενοι καὶ Λακωνισμὸν ἐπικαλοῦντες. εἰς ἃ καὶ τὰ Εὐπόλιδος διατεθρύληται περὶ Κίμωνος, ὅτι κακὸς μὲν οὐκ ἦν, φιλοπότης δὲ κἀμελής· κἀνίοτʼ ἂν ἀπεκοιμᾶτʼ ἂν ἐν Λακεδαίμονι, κἂν Ἐλπινίκην τήνδε καταλιπὼν μόνην. εἰ δʼ ἀμελῶν καὶ μεθυσκόμενος τοσαύτας πόλεις εἷλε καὶ τοσαύτας νίκας ἐνίκησε, δῆλον ὅτι νήφοντος αὐτοῦ καὶ προσέχοντος οὐδεὶς ἂν οὔτε τῶν πρότερον οὔτε τῶν ὕστερον Ἑλλήνωνπαρῆλθε τὰς πράξεις.