Ancient Greek · ~2 min
Chapter 16
Plutarch, Κίμων 16.4
Not analysed yet
ὅθεν φθόνον ἑαυτῷ συνῆγε καὶ δυσμένειάν τινα παρὰ τῶν πολιτῶν. ἡ δʼ οὖν ἰσχύσασα μάλιστα κατʼ αὐτοῦ τῶν διαβολῶν αἰτίαν ἔσχε τοιαύτην. Ἀρχιδάμου τοῦ Ζευξιδάμου τέταρτονἔτος ἐν Σπάρτῃ βασιλεύοντος ὑπὸ σεισμοῦ μεγίστου δὴ τῶν μνημονευομένων πρότερον ἥ τε χώρα τῶν Λακεδαιμονίων χάσμασιν ἐνώλισθε πολλοῖς καὶ τῶν Ταϋγέτων τιναχθέντων κορυφαί τινες ἀπερράγησαν, αὐτὴ δʼ ἡ πόλις ὅλη συνεχύθη πλὴν οἰκιῶν πέντε, τὰς δʼ ἄλλας ἤρειψεν ὁ σεισμός.