Ancient Greek · ~2 min
Chapter 6
Plutarch, Κίμων 6.5
Not analysed yet
τὸν δʼ ὑπὸ τοῦ ψόφου ταραχθέντα καὶ σπασάμενοντὸ παρακείμενον ἐγχειρίδιον, ὥς τινος ἐπʼ αὐτὸν ἐχθροῦ βαδίζοντος, πατάξαι καὶ καταβαλεῖν τὴν παρθένον, ἐκ δὲ τῆς πληγῆς ἀποθανοῦσαν αὐτὴν οὐκ ἐᾶν τὸν Παυσανίαν ἡσυχάζειν, ἀλλὰ νύκτωρ εἴδωλον αὐτῷ φοιτῶσαν εἰς τὸν ὕπνον ὀργῇ λέγειν τόδε τὸ ἡρῷον· στεῖχε δίκης ἆσσον· μάλα τοι κακὸν ἀνδράσιν ὕβρις. ἐφʼ ᾧ καὶ μάλιστα χαλεπῶς ἐνεγκόντες οἱ σύμμαχοι μετὰ τοῦ Κίμωνος ἐξεπολιόρκησαν αὐτόν.