Ancient Greek · ~2 min
25.6 to 25.7
Plutarch, Αἰμίλιος Παῦλλος 25.6-7
Not analysed yet
ζητουμένου δὲ τοῦ πρώτου φράσαντος, ὡς οὐδεὶς ἦν, ἀλλʼ ο λόγος εἰς ἄλλον ἐξ ἄλλου διωκόμενος ἀνέφευγε, καὶ τέλος καταδὺς ὥσπερ εἰς πέλαγος ἀχανὲς τὸν ἄπειρον ὄχλον ἐφάνη μηδεμίαν ἀρχὴν ἔχων βέβαιον, αὕτη μὲν ἡ φήμη ταχὺ τῆς πόλεως ἐξερρύη, πορευομένῳ δὲ τῷ Δομετιανῷ μετὰ δυνάμεως ἐπὶ τὸν πόλεμον ἤδη καθʼ ὁδὸν ἀγγελία καὶ γράμματα φράζοντα τὴν νίκην ἀπήντησεν. ἡ δʼ αὐτοῦ τοῦ κατορθώματος ἡμέρα καὶ τῆς φήμης ἐγίνετο, ἐπὶ πλέον ἢ δισμυρίους σταδίους τῶν τόπων διεστώτων. ταῦτα μὲν οὐδεὶς ἀγνοεῖ τῶν καθʼ ἡμᾶς.