Ancient Greek · ~3 min
31.7 to 31.10
Plutarch, Αἰμίλιος Παῦλλος 31.7-10
Not analysed yet
ἀλλʼ εἰς τοσαύτην, ἔφη, τὸ κακόηθες ἐξουσίαν προάγεται διʼ ὑμῶν ὥστε περὶ στρατηγίας καὶ θριάμβου τολμᾷ λέγειν ἄνθρωπος ἄτρωτος καὶ τῷ σώματι στίλβων ὑπὸ λειότητος καὶ σκιατραφίας πρὸς ἡμᾶς τοὺς τοσούτοις τραύμασι πεπαιδευμένους ἀρετὰς καὶ κακίας κρίνειν στρατηγῶν. ἅμα δὲ τῆς ἐσθῆτος διασχών ἐξέφηνε κατὰ τῶν στέρνων ὠτειλὰς ἀπίστους τὸ πλῆθος. εἶτα μεταστραφεὶς ἔνια τῶν οὐκ εὐπρεπῶς ἐν ὄχλῳ γυμνοῦσθαι δοκούντων τοῦ σώματος ἀνεκάλυψε, καὶ πρὸς τὸν Γάλβαν ἐπιστρέψας, σὺ μὲν, ἔφη, γελᾷς ἐπὶ τούτοις, ἐγὼ δὲ σεμνύνομαι πρὸς τοὺς πολίτας· ὑπὲρ τούτων γὰρ ἡμέραν καὶ νύκτα συνεχῶς ἱππασάμενος ταῦτʼ ἔσχον. ἀλλʼ ἄγε λαβὼν αὐτοὺς ἐπὶ τὴν ψῆφον ἐγὼ δὲ καταβὰς παρακολουθήσω πᾶσι, καὶ γνώσομαι τοὺς κακοὺς καὶ ἀχαρίστους καὶ δημαγωγεῖσθαι μᾶλλον ἐν τοῖς πολέμοις ἢ στρατηγεῖσθαι βουλομένους.