Ancient Greek · ~1 min
Chapter 1
Plutarch, Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις 1.1
Not analysed yet
ἐκκειμένων οὖν τῶν βίων ἐπιδράμωμεν τῷ λόγῳ ταχέως τὰ ποιοῦντα τὰς διαφοράς, παρʼ ἄλληλα συνάγοντες, ἔστι δὲ ταῦτα· πρῶτον, ὅτι Πομπήϊος ἐκ τοῦ δικαιοτάτου τρόπου παρῆλθεν εἰς δύναμιν καὶ δόξαν, αὐτὸς ὁρμηθεὶς ἀφʼ ἑαυτοῦ καὶ πολλὰ καὶ μεγάλα Σύλλᾳ τὴν Ἰταλίαν ἀπὸ τῶν τυράννων ἐλευθεροῦντι συγκατεργασάμενος,