# Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις 3.3-5

Plutarch, Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις, 3.3 to 3.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-30/3.3

εἰ μέντοι τοῖς μεγίστοις καὶ κυριωτάτοις εἰς τὰ ὅπλα πράγμασι καὶ λογισμοῖς προστίθεται πρωτεῖον ἀρετῆς ἀνδρὸς ἡγεμόνος, οὐ μικρὸν ὁ Λάκων τὸν Ῥωμαῖον ἀπολέλοιπε. πρῶτον μὲν γὰρ οὐ προήκατο τὴν πόλιν οὐδʼ ἐξέλιπεν ἑπτὰ μυριάσι στρατοῦ τῶν πολεμίων ἐμβαλόντων, ὀλίγους ἔχων ὁπλίτας καὶ προνενικημένους ἐν Λεύκτροις· Πομπήϊος δέ, πεντακισχιλίοις μόνοις καὶ τριακοσίοις μίαν Καίσαρος πόλιν Ἰταλικὴν καταλαβόντος, ἐξέπεσε τῆς Ῥώμης ὑπὸ δέους, ἢ τοσούτοις εἴξας ἀγεννῶς ἢ πλείονας ψευδῶς εἰκάσας· καὶ συσκευασάμενος τὰ τέκνα καὶ τὴν γυναῖκα αὑτοῦ, τὰς δὲ τῶν ἄλλων πολιτῶν ἐρήμους ἀπολιπὼν ἔφυγε, δέον ἢ κρατεῖν μαχόμενον ὑπὲρ τῆς πατρίδος ἢ δέχεσθαι διαλύσεις παρὰ τοῦ κρείττονος· ἦν γὰρ πολίτης καὶ οἰκεῖος· νῦν δὲ ᾧ στρατηγίας χρόνον ἐπιμετρῆσαι καὶ ὑπατείαν ψηφίσασθαι δεινὸν ἡγεῖτο, τούτῳ παρέσχε λαβόντι τὴν πόλιν εἰπεῖν πρὸς Μέτελλον ὅτι κἀκεῖνον αἰχμάλωτον αὑτοῦ νομίζει καὶ τοὺς ἄλλους ἅπαντας.

---

Plutarch, Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg046.local001/.
