Ancient Greek · ~2 min
Chapter 4
Plutarch, Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις 4.2
Not analysed yet
τὸ δʼ ὑπὲρ τούτων ἀπολόγημα μέγιστόν ἐστιν ἔγκλημα στρατηγοῦ τηλικούτου. νέον μὲν γὰρ ἄρχοντα θορύβοις καὶ καταβοήσεσιν εἰς μαλακίαν καὶ δειλίαν ἐπιταραχθέντα τῶν ἀσφαλεστάτων ἐκπεσεῖν λογισμῶν εἰκός ἐστι καὶ συγγνωστόν Πομπήϊον δὲ Μάγνον, οὗ Ῥωμαῖοι τὸ μὲν στρατόπεδον πατρίδα, σύγκλητον δὲ τὴν σκηνήν, ἀποστάτας δὲ καὶ προδότας τοὺς ἐν Ῥώμῃ πολιτευομένους καὶ στρατηγοῦντας καὶ ὑπατεύοντας ἐκάλουν, ἀρχόμενον δὲ ὑπʼ οὐδενὸς ἔγνωσαν,